September 23, 2009

De Anima II.5, 417b2-28

417b2-17 Distinction between acquiring and exercising a certain piece of knowledge

417b2 οὐκ ἔστι δ’ ἁπλοῦν οὐδὲ τὸ πάσχειν, ἀλλὰ τὸ μὲν φθορά τις ὑπὸ τοῦ ἐναντίου, τὸ δὲ σωτηρία μᾶλλον ὑπὸ τοῦ ἐντελεχείᾳ ὄντος τοῦ δυνάμει ὄντος καὶ ὁμοίου οὕτως ὡς δύναμις ἔχει πρὸς ἐντελέχειαν•

b2 ἁπλοῦν Ross: a change of one kind
b3-4 Ross: “the traditional text τὸ δὲ σωτηρία μᾶλλον τοῦ δυνάμει ὄντος ὑπὸ τοῦ ἐντελεχείᾳ ὄντος cannot be right,” since the subject of ἔχει (b5) is not τοῦ ἐντελεχείᾳ ὄντος but τοῦ δυνάμει ὄντος.

417b5 θεωροῦν γὰρ γίνεται τὸ ἔχον τὴν ἐπιστήμην, ὅπερ ἢ οὐκ ἔστιν ἀλλοιοῦσθαι (εἰς αὑτὸ γὰρ ἡ ἐπίδοσις καὶ εἰς ἐντελέχειαν) ἢ ἕτερον γένος ἀλλοιώσεως.
διὸ οὐ καλῶς ἔχει λέγειν τὸ φρονοῦν, ὅταν φρονῇ, ἀλλοιοῦσθαι, ὥσπερ οὐδὲ τὸν οἰκοδόμον ὅταν οἰκοδομῇ.

b6-7 ἢ οὐκ ἔστιν ἀλλοιοῦσθαι...ἢ ἕτερον γένος ἀλλοιώσεως!
b7 ἐπίδοσις rogess of disease Gal.1.198, advance, improvement

417b9 τὸ μὲν οὖν εἰς ἐντελέχειαν ἄγειν ἐκ δυνάμει ὄντος [κατὰ] τὸ νοοῦν καὶ φρονοῦν οὐ διδασκαλίαν ἀλλ’ ἑτέραν ἐπωνυμίαν ἔχειν δίκαιον•

b9-11 Ross: “the MSS. read τὸ μὲν οὖν εἰς ἐντελέχειαν ἄγον ἐκ δυνάμει ὄντος κατὰ τὸ νοοῦν καὶ φρονοῦν. This, taken in conjunction with the rest of the sentence, cannot be right.”
Two options: (i) Alex. τὸ μὲν οὖν εἰς ἐντελέχειαν ἄγον ἐκ δυνάμει ὄντος κατὰ τὸ νοεῖν καὶ φρονεῖν (ii) Torstrik τὸ μὲν οὖν εἰς ἐντελέχειαν ἄγειν ἐκ δυνάμει ὄντος τὸ νοοῦν καὶ φρονοῦν.

417b12 τὸ δ’ ἐκ δυνάμει ὄντος μανθάνον καὶ λαμβάνον ἐπιστήμην ὑπὸ τοῦ ἐντελεχείᾳ ὄντος καὶ διδασκαλικοῦ ἤτοι οὐδὲ πάσχειν φατέον, [ὥσπερ εἴρηται,] ἢ δύο τρόπους εἶναι ἀλλοιώσεως, τήν τε ἐπὶ τὰς στερητικὰς διαθέσεις μεταβολὴν καὶ τὴν ἐπὶ τὰς ἕξεις καὶ τὴν φύσιν.

b13-14 ἤτοι οὐδὲ πάσχειν φατέον... ἢ δύο τρόπους εἶναι ἀλ-
λοιώσεως two kinds of alteration?
b14 Ross: omission of ὥσπερ εἴρηται is preferable.
b16 τὰς στερητικὰς διαθέσεις
b16-17 distinction between διαθέσεις and ἕξεις
b17 τὴν: μεταβολὴν (transformational change) So the second actuality is a kind of μεταβολὴ?

417b16-28 Distinction between perceiving as exercising and contemplating as exercising

417b16 τοῦ δ’ αἰσθητικοῦ ἡ μὲν πρώτη μεταβολὴ γίνεται ὑπὸ τοῦ γεννῶντος, ὅταν δὲ γεν-
νηθῇ, ἔχει ἤδη, ὥσπερ ἐπιστήμην, καὶ τὸ αἰσθάνεσθαι.

b17 πρώτη μεταβολὴ: from 1st potentiality to 1st actuality
Does πρώτη μεταβολὴ suggest that there is a non-πρώτη μεταβολὴ?
b18 τὸ αἰσθάνεσθαι capacity for perception


417b18 τὸ κατ’ ἐνέργειαν δὲ ὁμοίως λέγεται τῷ θεωρεῖν• διαφέρει δέ, ὅτι τοῦ μὲν τὰ ποιητικὰ τῆς ἐνεργείας ἔξωθεν, τὸ ὁρατὸν καὶ τὸ ἀκουστόν, ὁμοίως δὲ καὶ τὰ λοιπὰ τῶν αἰσθητῶν.

b18 τὸ [sc. αἰσθάνεσθαι] κατ’ ἐνέργειαν
b20 Does τὰ ποιητικὰ suggest that perceiving as exercising some faculty is ἕτερον γένος ἀλλοιώσεως (b7), a non-πρώτη μεταβολὴ (b17)?

417b21 αἴτιον δ’ ὅτι τῶν καθ’ ἕκαστον ἡ κατ’ ἐνέργειαν αἴσθησις, ἡ δ’ ἐπιστήμη τῶν καθόλου• ταῦτα δ’ ἐν αὐτῇ πώς ἐστι τῇ ψυχῇ. διὸ νοῆσαι μὲν ἐπ’ αὐτῷ, ὁπόταν βούληται, αἰσθάνεσθαι δ’ οὐκ ἐπ’ αὐτῷ•

b23 ταῦτα = τῶν καθόλου
b24 ἐπ’ αὐτῷ means “depends on”?

417b25 ἀναγκαῖον γὰρ ὑπάρχειν τὸ αἰσθητόν. ὁμοίως δὲ τοῦτο ἔχει κἀν ταῖς ἐπιστήμαις ταῖς τῶν αἰσθητῶν, καὶ διὰ τὴν αὐτὴν αἰτίαν, ὅτι τὰ αἰσθητὰ τῶν καθ’ ἕκαστα καὶ τῶν ἔξωθεν.

b25 Does ὑπάρχειν suggest that τὸ αἰσθητόν is in actuality?

417b29ff Distinction between two kinds of potentiality