Showing posts with label Odyssey. Show all posts
Showing posts with label Odyssey. Show all posts

April 30, 2006

Being Tough Enough?

Τί οὖν; νῦν οὐ πᾶν τοὐναντίον ἡμῖν φαίνεται ἐργαζομένη, ἡγεμονεύουσά τε ἐκείνων πάντων ἐξ ὧν φησί τις αὐτὴν εἶναι, καὶ ἐναντιουμένη ὀλίγου πάντα διὰ παντὸς τοῦ βίου καὶ δεσπόζουσα πάντας τρόπους, τὰ μὲν χαλεπώτερον κολάζουσα καὶ μετ’ ἀλγηδόνων, τά τε κατὰ τὴν γυμναστικὴν καὶ τὴν ἰατρικήν, τὰ δὲ πρᾳότερον, καὶ τὰ μὲν ἀπειλοῦσα, τὰ δὲ νουθετοῦσα, ταῖς ἐπιθυμίαις καὶ ὀργαῖς καὶ φόβοις ὡς ἄλλη οὖσα ἄλλῳ πράγματι διαλεγομένη; οἷόν που καὶ Ὅμηρος ἐν Ὀδυσσείᾳ πεποίηκεν, οὗ λέγει τὸν Ὀδυσσέα· στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ· (Phaedo, 94c9-d7)

September 12, 2001

Odyssey VII

ὣς ἄρα φωνήσασ’ ἵμασεν μάστιγι φαεινῇ
ἡμιόνους· αἱ δ’ ὦκα λίπον ποταμοῖο ῥέεθρα.
αἱ δ’ εὖ μὲν τρώχων, εὖ δ’ ἐπλίσσοντο πόδεσσιν·
ἡ δὲ μάλ’ ἡνιόχευεν, ὅπως ἅμ’ ἑποίατο πεζοὶ
ἀμφίπολοί τ’ Ὀδυσεύς τε· νόῳ δ’ ἐπέβαλλεν ἱμάσθλην.
δύσετό τ’ ἠέλιος, καὶ τοὶ κλυτὸν ἄλσος ἵκοντο
ἱρὸν Ἀθηναίης, ἵν’ ἄρ’ ἕζετο δῖος Ὀδυσσεύς.
αὐτίκ’ ἔπειτ’ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·
(Odyssey VII.1-8)

This is where I began my journey.